Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.121.1 | Hdt. 2.121α.2 (English) | >>Hdt. 2.121γ.1 |
2.121α.1 πλοῦτον δὲ τούτῳ τῷ βασιλέι γενέσθαι ἀργύρου μέγαν , τὸν οὐδένα τῶν ὕστερον ἐπιτραφέντων βασιλέων δύνασθαι ὑπερβαλέσθαι οὐδʼ ἐγγὺς ἐλθεῖν . βουλόμενον δὲ αὐτὸν ἐν ἀσφαλείῃ τὰ χρήματα θησαυρίζειν οἰκοδομέεσθαι οἴκημα λίθινον , τοῦ τῶν τοίχων ἕνα ἐς τὸ ἔξω μέρος τῆς οἰκίης ἔχειν . τὸν δὲ ἐργαζόμενον ἐπιβουλεύοντα τάδε μηχανᾶσθαι · τῶν λίθων παρασκευάσασθαι ἕνα ἐξαιρετὸν εἶναι ἐκ τοῦ τοίχου ῥηιδίως καὶ ὑπὸ δύο ἀνδρῶν καὶ ὑπὸ ἑνός .
2.121α.2 ὡς δὲ ἐπετελέσθη τὸ οἴκημα , τὸν μὲν βασιλέα θησαυρίσαι τὰ χρήματα ἐν αὐτῷ · χρόνου δὲ περιιόντος τὸν οἰκοδόμον περὶ τελευτὴν τοῦ βίου ἐόντα ἀνακαλέσασθαι τοὺς παῖδας (εἶναι γὰρ αὐτῷ δύο ), τούτοισι δὲ ἀπηγήσασθαι ὡς ἐκείνων προορῶν , ὅκως βίον ἄφθονον ἔχωσι , τεχνάσαιτο οἰκοδομέων τὸν θησαυρὸν τοῦ βασιλέος · σαφέως δὲ αὐτοῖσι πάντα ἐξηγησάμενον τὰ περὶ τὴν ἐξαίρεσιν τοῦ λίθου δοῦναι τὰ μέτρα αὐτοῦ , λέγοντα ὡς ταῦτα διαφυλάσσοντες ταμίαι τῶν βασιλέος χρημάτων ἔσονται .
2.121α.3 καὶ τὸν μὲν τελευτῆσαι τὸν βίον , τοὺς δὲ παῖδας οὐκ ἐς μακρὴν ἔργου ἔχεσθαι , ἐπελθόντας δὲ ἐπὶ τὰ βασιλήια νυκτὸς καὶ τὸν λίθον ἐπὶ τῷ οἰκοδομήματι ἀνευρόντας ῥηιδίως μεταχειρίσασθαι καὶ τῶν χρημάτων πολλὰ ἐξενείκασθαι .
ch. 121β
2.121β.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.121.1 | Hdt. 2.121α.2 (English) | >>Hdt. 2.121γ.1 |